Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 11-4
Not analysed yet
τῷ ἰσημερινῷ κύκλον ἐπέχει Χηλῶν μοίρας δʹ. λέγω δὲ ὡς τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων ἐν ταῖς ἀρχαῖς τῶν ζῳδίων ὑπαρχόντων. εἰ μέντοι γε τὰ εἰρημένα 〈σημεῖα〉 κατὰ μέσα τὰ ζῴδια κεῖται, ὡς Εὔδοξός φησιν, ὑπὸ μὲν τοὺς ὀπισθίους πόδας τῆς Ἄρκτου οὐ τὸν Λέοντα ἔδει τιθέναι, ἀλλὰ τὴν Παρθένον. ὁ μὲν γὰρ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ πλινθίῳ ἐπέχει κατὰ τὴν προειρημένην διαίρεσιν τοῦ ζῳδιακοῦ τῆς Παρθένου περὶ μοίρας ιʹ, ὁ δὲ βορειότερος τῆς Παρθένου