Ancient Greek · ~4 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. VIII.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 8-7
Not analysed yet
Ὁ δὲ Ἄτταλος τούτου μὲν τοῦ παροράματος οὐκ ἐμνή- σθη, δεόντως εἰρηκέναι νομίζων τὸν Ἄρατον· ἐπιλαμβά- νεται δὲ αὐτοῦ, διότι ἀδυνάτως ἀνέστραπται ἐν τούτοις· οἱ δʼ ὀλίγῳ μέτρῳ, ὀλίγῃ δʼ ἐγκείμενοι αἴγλῃ μεσσόθι Πηδαλίου καὶ Κήτεος εἱλίσσονται, γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ, νώνυμοι· οὐ γὰρ τοι γε τετυγμένου εἰδώλοιο βέβληνται μελέεσσιν ἐοικότες, οἷά τε πολλὰ ἐξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα ἀνομένων ἐτέων. τά τις ἀνδρῶν οὐκέτʼ ἐόντων ἐφράσατʼ· οὐδʼ ἐνόησεν ἅπαντ’ ὀνομαστὶ καλέσσαι ἤλιθα μορφώσας· οὐ γάρ κʼ ἐδυνήσατο πάντων οἰόθι κεκριμένων ὄνομʼ εἰπεῖν οὐδὲ δαῆναι· πολλοὶ γὰρ πάντη, πολέων δʼ ἐπὶ ἶσα πέλονται μέτρα τε καὶ χροιή, πάντες τε μὲν ἀμφιελικτοί. τῷ καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι ἀστέρας, ὄφρʼ ἐπιτὰξ ἄλλῳ παρακείμενος ἄλλος εἴδεα σημαίνοιεν· ἄφαρ δʼ ὀνομαστὰ γένοντο ἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι λάμπεται ἀστήρ, ἀλλʼ οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισι φαίνονται· τὰ δʼ ἔνερθε διωκομένοιο Λαγωοῦ πάντα μάλʼ ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται.