Ancient Greek · ~6 min
9 to 13
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 9-6-13
Not analysed yet
ταῦτα δὲ προενεγκάμενος ὁ Ἄτταλος ἐπιφέρει· „ἐν δὲ „τούτοις ἀδυνατώτερον ὁ ποιητὴς ἀνέστραπται, πολλάκις „ἐπὶ τὴν αὐτὴν διάνοιαν ἐπιφερόμενος καὶ οὐ δυνά- „μενος τὸν λόγον εὐπεριγράφως ἐξενεγκεῖν. βούλεται „γὰρ δηλῶσαι, διότι οἱ μεταξὺ τοῦ Κήτους καὶ τοῦ Πηδαλίου τεταγμένοι ὑποκάτω τοῦ Λαγωοῦ ἐν οὐδενὶ „ἄστρῳ καταριθμοῦνται, ἀλλʼ εἰσὶν ἀνώνυμοι. πολλῶν „γὰρ ὑπαρχόντων ἀστέρων καὶ ἐνίων τὰ μεγέθη καὶ τὰ „χρώματα ὅμοια ἐχόντων, ὁ πρώτως διατάξας τὰ ἄστρα „καὶ κατὰ συστάσεις ἑκάστοις ὄνομα περιθεὶς οὐκ ἂν „ἠδυνήθη σποράδην αὐτῶν κειμένων τὴν ἐπίγνωσιν ,,αὐτῶν λαμβάνειν, εἰ μὴ λαβὼν ἐξ αὐτῶν τοὺς δυνα- „μένους μετʼ ἀλλήλων διασημαίνειν τι τῶν ἄστρων, ,,οὕτως κατωνόμασεν αὐτά. “Δοκεῖ δέ μοι πᾶν τοὐναντίον ὁ μὲν Ἄτταλος μὴ κεκρατηκέναι τῆς τοῦ ποιητοῦ διανοίας, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἣν προέθετο διάνοιαν τῶν στίχων ἀποδοῦναι μηδὲ ταύτην σαφῶς, ἀλλʼ ἀσυνέτως ἐξενηνο- χέναι, ὁ μέντοι γε Ἄρατος κεκρατημένως ἀποδεδωκέναι. βούλεται γὰρ λέγειν, ὅτι μεταξὺ τοῦ Πηδαλίου καὶ τοῦ Κήτους, ὑπὸ τὸν Λαγωόν, κεῖνται ἀστέρες ἀνώνυ- μοι, ὀλίγοι τῷ πλήθει καὶ τῷ μεγέθει· οὐ γὰρ οὕτως κεῖνται, ὥστε ἐκ τῆς θέσεως αὐτῶν ὁμοίως διαμορφω- θῆναι ζῷα ἢ κατασκεύασμά τι, οἷά ἐστι τὰ λοιπὰ ἄστρα, ἃ διετύπωσέ τις τῶν ἀρχαίων. οὐκέτι δὲ ἐπεβάλετο πάντα διαμορφῶσαι· πολλῶν γὰρ ὄντων ἀστέρων τῶν κατʼ ἰδίαν διερριμμένων, οὐκ ἂν ἐδυνήθη ἑνὶ σχήματι μεταλαβεῖν αὐτοὺς „ἤλιθα μορφώσας· . διʼ ἣν αἰτίαν ἔδοξεν αὐτῷ τοὺς παρακειμένους πως ἀλλήλοις ἀστέρας καὶ ὁμηγερέας τῷ ὀνόματι διαπλάσαι καὶ ὀνοματο- ποιῆσαι.