Ancient Greek · ~3 min
9 to 11
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 9-11
Not analysed yet
Χωρὶς δὲ τῶν ἠγνοημένων ἐν τοῖς Φαινομένοις ὑπό τε Εὐδόξου καὶ τοῦ Ἀράτου καὶ τῶν συνεπιγρα- φομένων ταῖς φάσεσιν αὐτῶν, ἀναγέγραφά σοι καὶ τὰς κατὰ ἀλήθειαν γινομένας ἑκάστου τῶν ἀπλανῶν ἄστρων σὺν αὐτοῖς τοῖς κατηστερισμένοις δώδεκα ζῳδίοις συν- ανανατολὰς καὶ συγκαταδύσεις, ἵνα παρακολουθῶν ἑκάστοις ἀκριβῶς καὶ τὰς τῶν ἄλλων ἀπάντων ἀποφάσεις ἐν τούτοις δοκιμάζῃς. καὶ διασαφῶ μὲν οὐ μόνον τὴν συνανατολὴν ἢ συγκατάδυσιν, ἔτι δὲ καὶ τίνες ἀστέρες ἑκάστου τῶν ἄστρων πρῶτοί τε καὶ ἔσχατοι ἀνατέλ- λουσιν ἢ δύνουσι, καὶ τίνες τῶν ἄλλων ἀστ τέρων μεσουρα- νοῦσιν, ἕκαστόν τε τῶν ἀπλανῶν ἄστρων σὺν αὐτοῖς τοῖς δώδεκα ζῳδίοις ἐν πόσαις ἰσημεριναῖς ὥραις ἀνατέλλει ἢ δύνει. ἐπὶ πᾶσι δὲ διασαφῶ καὶ τίνες ἀστέρες ἀφορίζουσι πάντα τὰ εἰκοσιτέσσαρα ὡριαῖα διαστήματα. διότι γὰρ ἕκαστον τούτων συντείνει πρὸς πολλὰ καὶ χρήσιμα τῶν ἐν τοῖς μαθήμασι θεωρημάτων, εὐκατανόητον εἶναι καὶ σοὶ νομίζω.