Ancient Greek · ~6 min
1 to 5
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 1-2-5
Not analysed yet
Ὅτι μὲν οὖν τῇ Εὐδόξου περὶ τῶν φαινομένων ἀναγραφῇ κατηκολούθηκεν ὁ Ἄρατος, μάθοι μὲν ἄν τις διὰ πλειόνων παρατιθεὶς τοῖς ποιήμασιν αὐτοῦ περὶ ἑκάστου τῶν λεγομένων τὰς παρὰ τῷ Εὐδόξῳ λέξεις. οὐκ ἄχρηστον δὲ καὶ νῦν διʼ ὀλίγων ὑπομνῆσαι διὰ τὸ διστάζεσθαι τοῦτο παρὰ τοῖς πολλοῖς. ἀνα- φέρεται δὲ εἰς τὸν Εὔδοξον δύο βιβλία περὶ τῶν φαινομένων, σύμφωνα κατὰ πάντα σχεδὸν ἀλλήλοις πλὴν ὀλίγων σφόδρα. τὸ μὲν οὖν ἓν αὐτῶν ἐπι- γράφεται ,,Ἔνοπτρον“, τὸ δὲ ἕτερον ,,Φαινόμενα“. πρὸς τὰ Φαινόμενα δὲ τὴν ποίησιν συντέταχεν. Ἐν δὴ τούτῳ τῷ συντάγματι Εὔδοξος περὶ μὲν τοῦ Δράκοντος οὕτως γράφει· ,,μεταξὺ δὲ τῶν Ἄρκτων ,,ἐστὶν ἡ τοῦ Ὄφεως οὐρά, τὸν ἄκρον ἀστέρα ὑπὲρ τῆς ,,κεφαλῆς ἔχουσα τῆς Mεγάλης Ἄρκτου. καμπὴν δὲ ,,ἔχει παρὰ τὴν κεφαλὴν τῆς Mικρᾶς Ἄρκτου καὶ παρα- ,,τέταται ὑπὸ τοὺς πόδας· ἑτέραν δὲ καμπὴν ἐνταῦθα „ποιησάμενος πάλιν ἀνανεύων ἔμπροσθεν ἔχει τὴν κεφα- „λήν ὁ δὲ Ἄρατος, ὡς ἂν παραγράφων ταῦτα, φησίν· αὐτὰρ ὅ γʼ ἄλλην μὲν νεάτῃ ἐπιτείνεται οὐρῇ, ἄλλην δὲ σπείρῃ περιτέμνεται. ἡ μέν οἱ ἄκρη οὐρὴ πὰρ κεφαλὴν Ἑλίκης ἀποπαύεται Ἄρκτου, σπείρῃ δʼ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατʼ αὐτὴν εἰλεῖται κεφαλὴν καί οἱ ποδὸς ἔρχεται ἄχρι, ἐκ δʼ αὖτις παλίνορσος ἀνατρέχει. Περὶ δὲ τοῦ Βοώτου ὁ μὲν Εὔδοξός φησιν· „ὄπι- „σθεν δὲ τῆς Μεγάλης Ἄρκτου ἐστὶν ὁ Ἀρκτοφύλαξ. “ὁ δὲ Ἄρατος· ἔξόπιθεν δʼ Ἑλίκης φέρεται, ἐλάοντι ἐοικώς, Ἀρκτοφύλαξ. καὶ πάλιν ὁ μὲν Εὔδοξος· „ὑπὸ δὲ τοὺς πόδας ἡ „Παρθένος ἐστίν“. ὁ δὲ Ἄρατος ἀμφοτέροισι δὲ ποσσὶν ὕπο σκέπτοιο Βοώτεω Παρθένον.