Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 9-14
Not analysed yet
Το δὲ Ὠρίωνος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας ζ΄ ἕως Ταύρου μοίρας λ΄· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας ιβ΄ ἕως Παρ- θένου μοίρας ιγ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ ἀριστερῷ ποδί, ἔσχατοι δὲ οἱ βορειότατοι τῶν ἐν τῷ κολλορόβῳ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς Μεγάλης Ἄρκτου ὁ ἐν τοῖς ὀπισθίοις γόνασι, καὶ τοῦ Λέοντος ὁ ἀπὸ νότου τῷ ἐπὶ τῆς ὀσφύος λαμπρῷ παρακείμενος, ἔσχατον δὲ τῆς Παρθένου ὁ ἀριστερὸς ὦμος. Δύνει δὲ ὁ Ὠρίων ἐν ὥραις δυσὶν ὡς ἔγγιστα.