Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 10-12
Not analysed yet
Ὅταν δὲ ὁ ἀπὸ τοῦ Ὠρίωνος Ποταμὸς δύνῃ, συγ- καταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας ζ΄ ἕως Ταύρου μοίρας ε΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων δ΄ ἕως Λέοντος ι΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἡγούμενος καὶ λαμπρότατος πάντων, ἔσχατος δὲ ὁ πρῶτος καὶ ἀπὸ μεσημβρίας παρακείμενος τῷ ποδὶ τοῦ Ὠρίωνος. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς δύσεως τῶν τε Διδύμων ὁ Πρόπους, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Λαγωοῦ οἱ ἐν μέσῳ τῷ σώματι δύο· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Λέοντος ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ, καὶ τῆς Ἄρκτου ὁ ἐν τοῖς ὀπισθίοις γόνασιν, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Δύνει δὲ ὁ Ποταμὸς ἐν ὥραις τέσσαρσι καὶ ἡμίσει καὶ πέμπτῳ μέρει ὥρας.