Ancient Greek
1.53.1
Hippasus Phil., Testimonia 1.53.1
Unproofread scanNot analysed yet
τις κατεσκεύασε χαλκοὺς τέτταρας δίσκους οὕτως, ὥστε τὰς μὲν διαμέτρους αὐτῶν ἴσας ὑπάρχειν, τὸ δὲ τοῦ πρώτου δίσκου πάχος ἐπίτριτον μὲν εἶναι τοῦ δευτέρου, ἡμόλιον δὲ τοῦ τρίτου, διπλάσιον δὲ τοῦ τετάρτου, κρουνομένων δὲ τούτων ἐπιτελεῖν συμφωνίαν τινά. καὶ λέγεται Γλαῦκον ἰδόντα τοὺς ἐπὶ τῶν δίσκων φθόγγους πρῶτον ἐχειρήσαι δι’ αὐτῶν χειρουργεῖν, καὶ ἀπὸ ταύτης τῆς πραγματείας ἐτι καὶ νῦν λέγεσθαι τὴν καλουμένην Γλαύκων τέχνην. μέμνηται δὲ τούτου Ἀριστόξενος ἐν τῷ Περὶ τῆς μουσικῆς ἀκροάσεως [FHG II 288 fr. 77] καὶ Νικοχλῆς ἐν τῷ Περὶ θεωρίας [vgl. Zenob. II 91].