Ancient Greek
1.53.2
Hippasus Phil., Testimonia 1.53.2
Unproofread scanNot analysed yet
13. THEO exp. rer. math. p. 59, 4 Hill. ταύτας δὲ τὰς συμφωνίας οἱ μὲν ἀπὸ βαρῶν ἡξίων λαμβάνειν, οἱ δὲ ἀπὸ μεγεθῶν οἱ δὲ ἀπὸ κινήσεων καὶ ἀριθμῶν οἱ δὲ ἀπὸ ἀγγείων [καὶ μεγεθῶν]. Ἄσος δὲ ὁ Ἑρμιονεύς, ὡς φασί, καὶ οἱ περὶ τὸν Μεταποντίνον Ἰππασον Πυθαγορικὸν ἄνδρα συνέπεσθαι τῶν κινήσεων τὰ τάχη καὶ τὰς βραδυτήτας δι’ ὧν αἱ συμφωνίαι •••ἐν ἀριθμοῖς ἡγοῦμενος λόγους τοιούτους ἐλάμβανεν ἐπ’ ἀγγείων· ὅσων γὰρ ὄντων καὶ ὁμοίων πάντων τῶν ἀγγείων τὸ μὲν κενὸν ἕασας, τὸ δὲ ἡμὶν ὑγροῦ, ἐφόρει ἐκατέρῳ καὶ αὐτῷ ἢ διὰ πασῶν ἀπεδίδοτο συμφωνία· ἑτέρον δὲ πάλιν τῶν ἀγγείων κενὸν ἕων εἰς ἕτερον τῶν τεσσάρων μερῶν τὸ ἐν ἐνέχεε, καὶ κρούσαντι αὐτῷ ἢ διὰ τεσσάρων συμφωνία ἀπεδίδοτο, ἢ δὲ διὰ πέντε, (ὅτε) ἐν μέρος τῶν τριῶν συνεπλήρου οὕσης τῆς κενώσεως πρὸς τὴν ἑτέραν ἐν μὲν τῇ διὰ πασῶν ὡς β πρὸς ἐν, ἐν δὲ τῷ διὰ πέντε ὡς γ πρὸς β, ἐν δὲ τῷ διὰ τεσσάρων ὡς δ πρὸς γ.