Ancient Greek
102.1
Hippiatrica, Hippiatrica Berolinensia 102.1
Unproofread scanNot analysed yet
Εἰ τεκοῦσα ἅπαξ καὶ δις φοράς στή τοῦ τίκτειν, οὕτω ποιεῖ, ἵνα συλλάβηται. 8 Ἀνύσου ὀξύβαφον αʹ, σμύρνης δραχμὰς ιβʹ, χρόκου δραχμὰς δʹ λειῶσας ἐπιμελῶς καὶ καθαρίως, καὶ ἀναπλάσας εἰς εἶδος βαλάνων ἀδρῶν, προσώθει κατὰ μίαν πρὸς τὴν φύσιν τῆς ἵππου ἕως τῆς μήτρας. προκατάντλει δὲ τὴν φύσιν θαλαττίῳ ἀνεξεσμένῳ καὶ ἐλαίῳ ὅσον κοτύλη μιᾷ, καὶ γλοιῷ διάτρυβε τὴν ὀσφὺν καὶ τὰ αἰδοῖα καὶ τὰ παραμήρια δις τῆς ἡμέρας, ἕως συλλήψεται. |καὶ παρʹ ἡμέρας πέντε ἢ ἑπτὰ γάλακτος κοτύλας τρεῖς, ῥοδίνου τέταρτον, ἱππορίζου δραχμὴν μίαν, πεπέρεως κόκκους εʹ, σμύρνης ὀλκάς δύο διαξέσας ἐγχυμάτιζε τὴν μήτραν χλιαρῶς, αὐλίσχον μακρὸν προστιθείς. καὶ κριθίνον δὲ ἄλευρον ἐφήσας ἐν ὕδατι δίδου πίνειν, ἕως οὗ τέξη.