Ancient Greek
102.3 to 112.1
Hippiatrica, Hippiatrica Berolinensia 102.3-112.1
Unproofread scanNot analysed yet
15 #15 Περὶ ἱππάδος στεῖρας συλλήψεως. 9 Ἐὰν βούλῃ στεῖραν ποιῆσαι ἵππον συλλαβεῖν, πρᾶσων δεσμὴν κόνως ἐν ὀλμῷ, παρέγχει οἶνον κύαθον αʹ καὶ κανθάρια τῶν ποικίλων ιβʹ, καὶ τούτοις προσμίξας ὕδωρ ἐπὶ δυοῖν ἡμέραις κλύσον τὴν μήτραν, τῇ δὲ τρίτῃ ἄφιε τὸν ἵππον, καὶ ὀχεύετω, καὶ λούσον μετὰ τὸ ὀχεῖον δις. ἄλλο. 10 Λαβὼν νίτρον καὶ κόπρον στρουθῶν καὶ ῥητίνην τερεβινθίνην καὶ εἰς ἓν συλλειώσας, εἰς τὸ αἰδοῖον τῆς ἵππου ἔμβαλλε ἐκ τούτου. |r κεφάλαιον ιεʹ περὶ παρωτίδος. Ἀψύρτου. 1 Ἀψύρτος Δεγμίῳ Πλαστικῷ χαίρειν. ἐσπουδακότα σε περὶ τοὺς ἵππους ἀναγκαῖον εἰδέναι καὶ τοῦτο. συμβαίνει φλεγμαίνειν, ἀδυνατεῖν δὲ τὴν πόαν ἕλκειν καὶ τὸν μασθὸν λαμβάνειν. οὐ δεῖ τέμνειν, καθὼς γέγραπται, καὶ ἐξαίρειν τὴν χοιράδα καὶ παρασημῆχειν ἄλοι λεπτοῖς, καὶ ἀφίεναι εἰς τὴν ἀγέλην, καὶ τὸν διαπεπυωκότα δὲ θεραπεύειν καὶ ἀπολύειν, τῇ δὲ τρίτῃ ὑποχρίειν ἀμόργῃ ἐφθῇ ἢ πιττοσέλαιφ, ἵνα μὴ σκώληξ ἐγγέννηται.