Ancient Greek
103.1
Hippiatrica, Hippiatrica Berolinensia 103.1
Unproofread scanNot analysed yet
τῷ ἵππῳ οἴδημα γενέσθαι κατὰ τὸν σύνδεσμον τῆς κεφαλῆς καὶ τοῦ τραχήλου, παρὰ τὸ οὐς σκληρόσωμα ἔχον, λέγεται δὲ παραωτίς. ἣν δεῖ θεραπεύειν οὕτως· σπόγγον βρέχοντα ἐν ὄξει θερμῷ δις τῆς ἡμέρας ἐπιδεσμεῖν ἄχρι τοῦ διαπυῶσαι, καὶ τότε τέμνειν καθ’ ὑπόρρουσιν, ἐκκόπτοντας μυγσινοειδῶς ὅσον ἐξαρκεῖ, καὶ ἐκλαμβάνοντας τὸ ὑγρὸν παρασμήχειν ἄλοῖ λεπτοῖς, καὶ τῇ ἐχομένῃ ἡμέρᾳ ἀποπυριῶν ὕδατι θερμῷ τὸν τόπον καὶ ἀνακαθαίρειν. ὡς ἂν δὲ καθαρὸν γένηται, τὸ ὀρόβινον ἐμπλάσσειν μέλιτι μίζαντας, καὶ ἔσται ὑγίης. οὐ δεῖ δὲ |τὸν δάκτυλον ἐντιθέναι, εὐχερῶς γὰρ συριγγοῦται 66ᵛ ὁ τόπος.