Ancient Greek
103.2
Hippiatrica, Hippiatrica Berolinensia 103.2
Unproofread scanNot analysed yet
2 ὅταν δὲ γένηται κατὰ τὴν λεγομένην σφαγὴν ἢ ὑπὸ τὸν βράγχον ἢ τὸν λεγόμενον ἰσθμὸν, καὶ ἐσθίειν οὐ δύναται ἢ καταπίνειν, καὶ ἡ γλῶσσα οἰδεῖ καὶ παραπέπτωκεν εἰς τὸ ἔξω μέρος καὶ πελία γένηται, καὶ σίελα ἀφίησι, θεραπεύεται ὡσαύτως, λέγεται δὲ παρίσθμια. ἐὰν δὲ ποτε συμβῇ εἰς τὸ ἐντὸς μέρος τὴν ἐκρήξιν γενέσθαι, καὶ πῦα φέρῃ διὰ τοῦ στόματος, ἐγκλύζε ὀξυκράτῳ διὰ τοῦ ὠτὸς καὶ τῆς ῥινός, ἐγχυματίζειν δὲ διαστόλιον ἐνθέντας, καὶ τὸν διωστήρα, μέλιτι χρώσαντας δαψιλῶς, καθιέναι καὶ παρατριβεῖν τὸν τόπον.