Ancient Greek
112.4
Hippiatrica, Hippiatrica Berolinensia 112.4
Unproofread scanNot analysed yet
7 "Ἀψυρτος μέντοι ταύτην ἀποδοκιμάζει τὴν μέθοδον· σκλήρωσιν γὰρ ἐγγίγνεσθαι, καὶ σφιγγομένης τῆς βύρσης ὀδυνᾶσθαι τὸ ζῷον, καὶ μὴ ἐὰν ἀψασθαι τοῦ τόπου τῇ χειρί, βαρύνεσθαι τε ὅλην τὴν κεφαλήν, καὶ διοιδᾶνειν τὸ τε πρόσωπον καὶ τοὺς μυκτήρας τῶν φλεβῶν ἐπηρμένων. λέγει οὖν ἀρίστην εἶναι θεραπείαν ταύτην· κατακλίναντα τὸ ζῷον καταλαβεῖν τοὺς πόδας, καὶ τὴν κεφαλὴν κρατήσαντα, καὶ αὐτὴν τὴν χοιράδα ἐπιλαβόμενον σαρκολαβίδι τὴν βύρσαν ἀποτέμνειν τῷ σμίλῳ στρογγυλοειδῶς τοσοῦτον, δι' οὐ ῥαδίως ἡ χοιρὰς ἐκκομισθήσεται. ὡς|αὐτῶς καὶ τοὺς χιτῶνας ἀποσπάσαντα σαρκολαβίδι περιτέμνειν, γυμνώσαντά τε τὴν χοιράδα, καὶ τῷ σπαθίῳ ὑπὸ τὴν βύρσαν ὑποδείραντα,