Ancient Greek
112.2
Hippiatrica, Hippiatrica Berolinensia 112.2
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτό. 6 Τὰς χοιράδας θεραπεύειν Ἱερώνυμός φησιν οὕτω· καταντλεῖν ὕδατι θερμῷ, εἶτα καταπλάττειν ἀλεύρῳ κριθίνῳ ἐφθῷ ἐν ὕδατι μετὰ νίτρου δις τῆς ἡμέρας. ὅταν δὲ τετανῇ γέννηται, καθέντα τὸ μαχαίριον τέμνειν καὶ τὸν χιτῶνα διαρεῖν, εἶτα κόψαντα συκῆς φύλλα ἢ τιθύμαλλον ἢ πράσιον μετὰ ἄλδων |καὶ οἴνου ἀναδεύσαντα ἐπιτιθέναι, ἕως ἂν τὸ ἕλκος καθαρὸν γέννηται. καὶ σικύου δὲ ἀγρίου κόψαντα τὰς ῥίζας ὡσαύτως χρῆσθαι, ἕως ἂν σαρκωθῇ, εἶτα ὀρόβοις λεπτοῖς, ἕως ἂν ὀγὴς γέννηται, ἢ ἰοίνῳ μετὰ μέλιτος χρῆσθαι. ἕτεροι δὲ ἐντέμνειν φασὶ χρῆναι, καὶ ἐντιθέναι φύλλα ἔρινεοῦ κεκομμένα ἢ σικύου ἀγρίου ῥίζαν.