Ancient Greek
120.1
Hippiatrica, Hippiatrica Berolinensia 120.1
Unproofread scanNot analysed yet
Θεομνήστου εἰς τὸ αὐτό. 9 Αἱ βῆχες μάλιστα τοῖς πόλοις γίνονται, ὅταν πρῶτον λάβωσι τὸν χαλινόν. χαῖνοντες γὰρ ἐξ ἀνάγκης παρὰ συνήθειαν τὰ στήθη καταψύχονται. καὶ θερείας δὲ τῷ χαίνειν δεχόμενοι τὴν κόνην ἐμφράσσονται τὰς τοῦ πνεύμονος ἀρτηρίας, καὶ βῆχες αὐτοῖς ἐπιγίνονται. τελειουμένοις δὲ ὀλιγάκις τοῦτο συμβαίνει ἢ |κατὰ φύσιν ἢ κατὰ ἐμφράξιν. γίνεται δὲ καὶ ὅταν ὕδωρ ἐμπηλον πίῃ ἢ κριθὴν σὺν κόνει προσενέγκηται, ἢ ἐξ ὁδοιπορίας θέρους ὅταν πολλὴν δέξηται. ἡ δὲ ἀγρία λεγομένη βῆξ πολλάκις καὶ ὠήγνυσι τὸν οὐρανίσκον καὶ αἷμα ἀνάγει. τότε δὲ ἀγρίως βήξει, ὅταν ἀπὸ τῆς τάσεως ἀποπέδηται καὶ ὑπουρή. μάλιστα δὲ τοῖς ἀγωνισταῖς ἵπποις τοῦτο συμβαίνει