Ancient Greek
120.3
Hippiatrica, Hippiatrica Berolinensia 120.3
Unproofread scanNot analysed yet
10 ὅταν οὖν ἀπὸ ψύχους κάμνῃ, τοῖς χαλῶσι καὶ θερμαίνουσι δεῖ χρῆσθαι. ὅταν δὲ ἀπὸ κόνεως, τοῖς ἐκφράττουσιν καὶ καταλεαίνουσιν. ὅταν δὲ ἀγρίως βήσῃ, ἐκατέροις τούτοις ἐγὼ χρησάμενος ἐπὶ τινων μὲν ἐθεράπευσα, τινῶν δὲ οὐ περιγένονα. καὶ σφόδρα φροντίσας ἐπὶ δρομέας ἵππου συνδιατιθέμενος, καὶ μονονυχὶ ὠηγνυμένου βήσσοντος, ἐπενόησα φάρμακον, ὃ καὶ τοὺς ἐκ βηχὸς ὠηματίας ἐθεράπευσεν. ἀρμόζει δὲ καὶ πρὸς πᾶσαν βῆχα προσαγόμενον. <τὸ δὲ πολὺ τοῖς ἐὰν προσαγάγῃς, θεραπεύσεις. καὶ ὅλως τοῦτο κατασκευάζων ἄλλο ἔχειν μὴ θελήσῃς ἀποδιωκτέον βηχὸς φάρμακον. πολλὰ γὰρ πᾶν πειράσας, τοῦτο μόνον ἂν εὕροις ἀεὶ περιγιγνόμενον τοῦ νοσήματος>.