Ancient Greek
139.1 to 139.4
Hippiatrica, Hippiatrica Berolinensia 139.1-4
Unproofread scanNot analysed yet
r κεφάλαιον κς' περὶ ὤμου παθόντος. Ἱεροκλέους. 1 Ἐὰν ὤμος πάθῃ ἢ θλασθῇ, θεραπευέσθω, ὡς φησιν Ἱερώνυμος, οὕτως· αἷμα ἀφελόντα ἀπὸ τοῦ στήθους, ἐν μὲν τῷ θέρει ψυχῷ καταντλεῖν, ἐν δὲ τῷ χειμῶνι θερμῷ, καὶ μὴ κινεῖν, ἕως οὖ καταστῇ. ἔνιοι δὲ φασιν ἀρίστην εἶναι κατάντησιν, εἰ πελέκας φύλλα ἐπὶ τρίτης ἐν ὕδατι ἐφήσας καταντλοῖης. Θεομνήστου [περὶ] ὤμου θλασθέντος ἴασις. 2 Ἀσφάλτου, κόνης, ἄμμωνιακοῦ θυμιάματος, χαλβάνης, ροσ' θείου ἀπύρου, βδελλίου, πάντα ἐξ ἴσου μίξας, κατάχριε τὸν τόπον τὸν πάσχοντα.