Ancient Greek
139.6
Hippiatrica, Hippiatrica Berolinensia 139.6
Unproofread scanNot analysed yet
v Ἀψύτου περὶ ἐκβολῆς ὤμου καὶ κοτύλης. 3 "Αψυτος Ἀπελλᾷ Λαοδικεῖ ἱπποιάτρῳ . ρπβ' ὅσοι λέγουσιν ἐν τοῖς ὤμοις ἐκβολὴν καὶ τοὺς γόμφους ἐν τοῖς ὀπισθίοις μέρεσι τεθεραπευμένα, οὐκ ἔγνωσαν οὕτω τὸ συμβεβηκός. ἐκβολὴ γὰρ ἐστίν, ὅταν ἐκραγῇ τὸ ἔχονμεν νεῦρον ἐκ τῆς ὠμοπλάτης ἢ κοτύλης ὁ κόνδυλος, ὃν λέγομεν γόμφον. τούτων δὲ οὐκ ἔστι θεραπεία οὐδεμία. ἐντιθέμενα γὰρ εἰς τάξιν οὐ μένει, ἀλλ' ὀλισθαίνει μὴ ἔχοντα τὸ συναφές. θεραπεύεται δέ, ὅταν γένηται ἔκτασις τοῦ νεύρου καὶ κλάσμα τοῦ ὤμου, καὶ περιπατῶν ἐπισύρῃ τὸν ὄνυχα, ἢ ἄνωθεν παρηγμένον ἐκνεύῃ τὸ ἄρθρον βαδίζοντος.