Ancient Greek
144.3
Hippiatrica, Hippiatrica Berolinensia 144.3
Unproofread scanNot analysed yet
17 Ἱεροκλέους περὶ συνωμίας καὶ ὀάξεως. Ἐὰν ἀλγήσῃ τὴν συνωμίαν ἀπὸ δρόμου ἀμέτρου ἢ φορ- 20 τίου, ἢ τοὺς ὤμους ὡς συνδεδεμένους ἔχῃ, καὶ τὸν τράχηλον πρὸς κατάβασιν ἀλγῇ, καταντλείσθω ὕδατι θερμῷ, καὶ ῥοιζέ- 102v σθω. ποιεῖ δὲ αὐτῷ ἐνακολλήματα ἀλεύρου κριθίνου χοίνικα, ὅσους δριμέος τὸ ἄκοῦν, μάννης στατῆρα, ὥς δύο, ἀνακόψας εἰς τὸ αὐτό, καὶ κατάχαιε τοὺς ὤμους καὶ τὸν τράχηλον. 25 ἐὰν δὲ μὴ ἀνύῃ ἡ θεραπεία, καῦσον καυτηρίοις ὀρθοῖς, εἶτα ροῖσον ἅλατι καὶ ἐλαίῳ καὶ πάλιν γλοιῷ ἐπὶ ἡμέρας ἐπτά. ἐὰν δὲ ἐκπέσωσιν αἱ ἐσχάραι, ροῷ τῷ ὀροβίνῳ, καθὼς εἰθισται.