Ancient Greek
146.25
Hippiatrica, Hippiatrica Berolinensia 146.25
Unproofread scanNot analysed yet
18 ὕγιανή 15 Ἀψύρτου περὶ συνωμίας. Πρῶτον μὲν ἐν ὕδατι θερμῷ κατάντησον πολλῷ, εἶτα ἐγκαταφύσῃσον οἴνῳ καὶ ἐλαίῳ θερμῷ τρίψον, καὶ τῇ ἄλλῃ ἀπὸ τῶν ὤμων ἄφελε αἷμα μὴ πολύ, ἀλλὰ ὅσον κοτύλας ἕξ, μὴ εἰς μείζονα ἄφρωστίαν ἐμβάλῃς. καὶ ὁσαύτως ὡς ἐμπροσθεν κατάντει τῷ ὕδατι καὶ τρίβε. ἐὰν μὲν οὖν ἀπ’ αὐτῆς τῆς θερα- 102r πείας ὕγιὴς γένηται, εἰ δὲ μὴ γε, λαβὼν σχαστήριον, σχέσον παρὰ τὴν ἀχρωμίαν τὸ δέρμα διαπερές, διαλιπὼν ἀπὸ τῆς ἀχρωμίας δύο δακτύλους. 16 εἶτα ἐνθεὶς αὐλίσχον, ἐμφύσα, καὶ ἔπαγε τὸ δέρμα ἐπὶ τὸ ἄρθρον τῶν ὤμων, ἵνα πάνυθεν ὁμαλῶς ἀποστήσῃς. εἶτα ἐξελὼν τὸν αὐλίσχον, μότωσον τὴν τομὴν ἐξίῳ πιναφῷ, εἶτα ἐγκατάντει ὕδατι θερμῷ, προσέχων, ἵνα μὴ τι παραφρυῇ τοῦ ὕδατος. εἶτα ἐὰν πῦον γένηται, πρόσδεχε, ἵνα ἀποκλεισθῇ ἡμέρας δύο, τῇ δὲ τρίτῃ ἐξάγαγε τὸ ξίον, καὶ ἕα ἀποκλείεσθαι. τὴν δὲ λοιπὴν θεραπείαν πρόσφερε, ὡς γέγραπται. εἰ δὲ μὴ γε, καῦσον αὐτὸν καυτηρίοις στρογγύλοις εἰς τοὺς ὤμους.