Ancient Greek
150.1 to 150.4
Hippiatrica, Hippiatrica Berolinensia 150.1-4
Unproofread scanNot analysed yet
ὕγρᾶν, ἄσφαλτον κόκκους δάφνης ἐν οἴνῳ μίξας, τὸ σῶμα ὅλον ἀπότριβε, καὶ εἰ χρεία καλέσοι, καὶ εἰς λουτρὸν εἰσαγαγὼν λούσον. μετὰ δὲ τὴν θεραπείαν ταύτην προποτίζε οὕτως: ζιγγυβέρεως πετροσελίνου κυμίνου ὁπίου δαφνοκόκκων τὸ ἄρκοῦν μετὰ οἴνου καλοῦ καὶ μέλιτος συμμίξας, θερμὸν δίδου. πρὸς σπονδύλων πόνους καὶ σπασμοὺς τῶν ἐν αὐτοῖς νεύρων. αϚλβ' 32 Καυτηρίασον ἐξ ἐκατέρων τῶν μερῶν καθαρίως τὸν σπόνδυλον, καὶ μετὰ ταῦτα ἄξουγγίῳ ἐπάλειφε, καὶ μεθ' ἡμέρας ζ' ὕδατι θερμῷ ἀπόπλυνον, καὶ μετὰ τὸ ψυχῆναι ἀλείμμασι θερμαντικοῖς σύγχριε, καὶ δέρματι μετὰ ἑόας περιδέσμε. Ἱεροκλέους πρὸς ἕλκος ἐπὶ ὀάχεως καὶ πλευρᾶς. 33 Ἐὰν ἐπιπόλιον ἢ τὸ ἕλκος καὶ ἐψιλωμένον τὸ μέρος, κυνὸς κεφαλὴν καύσας, τὴν τέφραν ἐπίπασσε· πρὸς γὰρ τῷ θεραπεύσαι καὶ τριχώσει. ἐὰν δὲ εἰς βάθος ἢ ἥλον ἔχῃ, ὀρόβινον ἄλευρον ἀναλαβὼν μέλιτι, ἐλλύχνιον τε γεμίσας, ἐπιτίθει καὶ πλήρουν, καὶ ἐκβάλλει τὸν |ἥλον καὶ ἀπουλοῖ.