Ancient Greek
280.1
Hippiatrica, Hippiatrica Berolinensia 280.1
Unproofread scanNot analysed yet
ἡμικοτύλιον καὶ ἐλαίου κοτύλης τὸ τέταρτον, ἐγχυμάτιζε ἐκ τούτου τὸ ζῷον ὅσον κοχλιάρια δύο. Πελαγωνίου εἰς τὸ αὐτό. 4a' 6 Κριθῶν μοδίους τρεῖς, φάβατος ξέ. ς', ἐρεβίνθου ξέ. η', σίτου ξέ. ἐς, φασιούλου ξέ. δ', τήλεως ξέ. γ', σταφίδων τε καὶ στροβίλων ἀνὰ ξέστην ἕνα λαβόν, καὶ ἐκ τούτων ἀπάντων ποιήσας μόδιον α', βρέξον εἰς καθαρὸν ὕδωρ πρὸ μιᾶς τῆς χρείας ἡμέρας, καὶ τὸ ὕδωρ κενώσας, ἕσον ξηρανθῆναι μικρόν, καὶ ἐκ τούτου τῷ ἵππῳ ἕωθεν δίδον ἡμιμέδιμνον, τὸ δὲ λοιπὸν τῇ ἑσπέρᾳ, καὶ τοῦτο καθ' ἑκάστην μετὰ φιλοκαλίας ποιεῖ. καὶ εἰ μὲν πᾶν λεπτὸς ἦ, τριάκοντα συναπαταῖς ἡμέραις ἐγκεκλεισμένον ἐν θερμῇ ἱπποστασίᾳ κάτεχε τοῦτον, ὥστε ἕνδον ἐσθίειν καὶ πίνειν. εἰ δὲ ἦτον λεπτός, ἐπὶ ἡμέραις εἴκοσιν οὕτω τρεφέσθω. εἰ δὲ πᾶν ἐκ ταύτης τῆς φιλοκαλίας πίων γένηται, χρὴ αὐτὸν ἀφαιμάσσεσθαι ἐκ τῆς κοιλίας, ὡς ἂν μὴ ἐπὶ πολὺ λιπανθεὶς ὑποπέσῃ θανάτῳ.