Ancient Greek
154.4 to 154.6
Hippiatrica, Hippiatrica Berolinensia 154.4-6
Unproofread scanNot analysed yet
Ἱεροκλέους περὶ ὀρθοπνοίας. 2 Σημεῖα ὀρθοπνοίας τάδε· δυσπνοεῖ, καὶ οἱ μυκτήρες διαπέπηγνται, καὶ ἐκ τῶν λαγόνων ἕλκεται. δεῖ τοίνυν θερμαντικὰ τούτῳ προσφέρειν, ὡς φησὶ Κλεομένης ὁ Λίβυς· ὀρόβους βεβραγμένους, ἐρεβίνθους βρόμους κριθάς, καὶ τῷ ποτῷ παραμίγνυειν ἄλευρον, καὶ ἐγχυματίζειν τραγακάνθης καὶ θείου ἀπύρου βραχεῖ διὰ γλυκέος οἴνου. τοῦ αὐτοῦ εἰς τὸ αὐτό. 3 Σκυλάκιον σφάζας, ἔγχει διὰ στόματος τὸ αἷμα θερμόν, ἐπιπάσσων κυμίνου Αἰθιοπικοῦ λεῖον κοχλιάρια β' ἐπὶ ἡμέραις θ'.