Ancient Greek
380.31
Hippiatrica, Hippiatrica Berolinensia 380.31
Unproofread scanNot analysed yet
γένηται κεφάλαιον κζ' περὶ ὀρθοπνοίας. Ἀψύρτου. 1 Ἀψύρτος Σεκοῦνδρῳ ἱπποιατρῷ χαίρειν. ὀρθοπνοίας γενομένης σημεῖα τάδε· περιπατῶν ἀρίσταται, καὶ ἀναπνεῖ διόλου ὁ ἵππος βαρύ, καὶ εἰς τὸ πρόσαντες περιπατεῖν οὐ δύναται, ἀλλὰ ἀποκλίνει, ὥστε καὶ πίπτειν. ἀναπεσὼν δὲ οὐχ ἐκτείνει ἑαυτὸν οὐδὲ πλατύνεται, μᾶλλον δὲ ἀνεγείρεσθαι θέλει. θεραπεύεται δὲ οὕτως· λιβανωτοῦ ὄλκας β', θείου ὀλκὴν α' δεῖ τρῖβειν λίαν καὶ διέντα οἴνῳ λευκῷ ἐνῴδει καὶ μέλιτι ἐγχυματίζειν διὰ τῶν μυκτήρων. ἡ πίσης ὄδυν καὶ νίτρον ὅπτον λεῖον μέξαντα μέλιτι καὶ οἴνῳ ἐγχέειν, μέχρις ἂν παύσηται τὸ συνεχὲς πνεῦμα. καὶ μὴ ὀγούτω μηδὲ γυμνασίῳ χρησθῶ. καὶ νίτρον δὲ εἰς τὸ ποτὸν βάλλειν καὶ τὸν χόρτον περιορφαίνειν αὐτῷ, καὶ ἂν μὴ πρὸς ταῦτα παύνηται, τῷ καθατικῷ χρήσθαι.