Ancient Greek
161.2
Hippiatrica, Hippiatrica Berolinensia 161.2
Unproofread scanNot analysed yet
3 ὅταν δὲ γένηται πρὸς τοῖς γεγραμμένοις σημείοις, ἀδυνατεῖ τοῦ περιπατεῖν, ἀναγκαζόμενος δὲ παραφέρεται εἰς τοὺς τοίχους, καὶ τῷ ἀπαντῶντι ἐμπίπτει, καὶ καταπὸς ἐστιν, ὡς προεῖρηται, καὶ ἱδρῷ τὴν κοιλίαν καὶ τοὺς ὦμους, ὡς καὶ τρόμον ἐν αὐτῷ καὶ σπασμὸν γίνεσθαι, καὶ πίπτειν ἀθρόως καὶ μὴ πλατύνεσθαι, ἀλλ’ ἐπὶ τὴν κοιλίαν κατακεῖσθαι, ὀδυνώμενον σφόδρα, καὶ μὴ ὑπομένειν, ἐγείρεσθαι δὲ θέλοντα μὴ δύνασθαι ἀλλ’ μετὰ βίας, καὶ ἀνεσπακότα τοὺς διδύμους εἶναι, τὸ τε αἰδοῖον προβάλλειν, καὶ προῖσθαι τὸ οὖρον κατ’ ὀλίγον, γινώσκειν δὲ δεῖ, ὡς τοῦ τοιούτου παρεμπέπτωχεν εἰς τὰς ἀρτηρίας ἢ χολὴ καὶ ἐπὶ τὴν |καρδίαν ἐνήνεκται, καὶ ζῆν οὐ δύναται.