Ancient Greek
161.3
Hippiatrica, Hippiatrica Berolinensia 161.3
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτό. 4 Καρδιακὸν ἵππον γνώση ἀπὸ τῶνδε· ἀνασπᾷ τὴν γαστέρα καὶ τὰς λαπάρας, καὶ ἔστι κατηφής, καὶ ἱδρῷ μάλιστα τὴν κεφαλήν. ὠφελεῖ γε μὴν αὐτὸν τὰ θερμαίνοντα, διὰ τε τῶν μυκτήρων καὶ τοῦ στόματος ἐρχόμενα· πέπερι μετὰ οἴνου καὶ ἐλαίου ἢ σκίλλα ἢ λιβανωτὸς ἢ ἀριστολογεία ἢ δάφνις ἢ σμύρνα ἢ θύμος ἢ τι τῶν ἄλλων τῶν θερμαντικῶν. τροφὴ δὲ παραβαλλέσθω ξηρά, καὶ τριβέσθω οἰνελαιρό, ἐσκεπασμένος τὴν κοιλίαν, μάλιστα δὲ τὸ στήθος, καὶ τριβέσθω θεῖρ μετὰ ἐλαίου. ἔστω μέντοι καὶ ἡ ἱππόστασις καθαρά, καὶ κεῖσθω ἐν αὐτῇ τῶν εἰωδεστέρων· μυρσίνοι ἢ δάφναι ἢ τὰ τοιαῦτα.