Ancient Greek
166.2
Hippiatrica, Hippiatrica Berolinensia 166.2
Unproofread scanNot analysed yet
ἄλλο. 6 Ἵππος ἐὰν τοὺς νεφροὺς ἀλγῇ, <σημεῖα φέρει διὰ τῶν οὐρῶν καὶ προσσῦρει τὰ ὀπίσω. >ἐγχυματιζέσθω γάλακτι προβατείῳ ὅσον κοτύλη μιᾷ ἐπὶ ἡμέραις τρισίν, ἢ μυελῷ ἐλαφείῳ ἐψηθέντι κοτύλη μιᾷ, καὶ ἐλαίου τῷ ἴσῳ, ἢ ἀρωματικῇ μετὰ οἴνου καὶ ἐλαίου καὶ μέλιτος καὶ ᾧων. χρῶ δὲ καὶ ἐμβροχῇ οἰνελίᾳ καὶ ἀφρονίτροις, καὶ ὁάκιον ἐπιτίθει κατὰ τοῦ νώτον μετὰ ἐμβροχῆς θερμῆς. γίνεται δὲ τὸ πάθος ἀπὸ δρόμου σφοδροῦ.