Ancient Greek
166.4 to 75.6
Hippiatrica, Hippiatrica Berolinensia 166.4-75.6
Unproofread scanNot analysed yet
ἀντίδοτος νεφριτικὴ. 7 Πεπέρεως γο δʼ, πετροσελίνου γο δʼ, σμύρνης τρωγλῖτιδος γο δʼ ναρδοστάχυος γο αʼ, σελινοσπέρμου γο αʼ, καστορίου γο αʼ, ὀπίου γο βʼ, ἀννήσου γο δʼ, κασσίας γο δʼ. ταῦτα κόψας καὶ σήσας, δίδου κοχλιάριον μεστὸν κονδύτῳ κεκραμένον. ἄλλο. 8 Ἀλίσκεται ἵππος τῇ νεφρίτιδι, ἢ ὅταν πολλῷ βάρει ἐπιφορτισθῇ ἢ λάκκον ὑπερπεδήσῃ, καὶ συμβῇ αὐτῷ τοὺς ὀπισθίους πόδας ὑποκαθεσθῆναι. γίνεται δὲ καὶ ὑπὸ πολλοῦ χρόνου. θεραπεύσεις οὖν θερμῷ τὰς ψύας ἐπαντλῶν, καὶ μετὰ ταῦτα καυστικῷ κεχωρημένος. π ρ ο σ ό τ ι σ μ α ε ἰ ς ν ε φ ρ ι τ ι κ ο ύ ς. 9 Κηκίδας κυπαρίσου χλωρὰς καύσας καὶ λειώσας ἀριθμῷ ἕνδεκα, ἐπίβαλε νίτρου πεφρυγμένου καὶ λελειωμένου γο γʼ, τοῦτο. ὅσοι δὲ εἰσὶν ἔχοντες κεκρυμμένα τὰ ἄγγεια καὶ οὐκ εὐῶμα, ἀλλὰ λεπτὰ καὶ ζητούμενα, ἐν τούτοις γίνεται. διὸ δεῖ τοὺς τοιούτους περικάμπτειν. Πελαγωνίου πρὸς φλέβα ὑπὲρ τὸ μέτρον ἀπὸ φλεβοτόμου αἷμα προχέουσαν. 10 Ἀφόδευμα αὐτοῦ τοῦ ἵππου ταῖς ῥεούσαις φλεβὶν ἐπίθες. εἰ δὲ ἐπιμεῖνοι τὸ αἷμα φερόμενον, |εὐφυῶς ἑρέας μαλλὸν βρέξας εἰς ἔλαιον, τῇ φλεβὶ προσένεγκε, ἢ νοῦμον ξύλινον ποιήσας, ἐπὶ τῇ αἱμορροοῦσῃ φλεβὶ ἐπιτίθει, καὶ χρῶ ὡς καλλίστῳ καὶ προχείρῳ βοηθήματι. κατάπλαστος πρὸς τὰς ἐκ φλεβοτομίας φλεγμονὰς ἢ δι’ ἀσβέστου. 11 Ἐὰν γένηται ἐπιρρευματισμὸς καὶ φλεγμονὴ ἐν φλεβοτομίας τῆς ἐν βραχίονος, ἀμοῖξει ἀσβέστου χαλκίτιδος, μέλιτος, ἀριστολογίας τὸ ἴσον ἐμπλάσσοντας εἰς ὀθόνιον ἐπίδεσμεῖν, ἢ κάνναβιν ἀγρίαν ξηράναντας καὶ κόψαντας χρῆσθαι σὺν μέλιτι. Πελαγωνίου πρὸς παντοίαν φλεγμονήν. 12 Κιμωλίαν Κορητικὴν ἔλαιῳ Σπάνῳ καὶ ὄξει ,καὶ λιβάνου ἀλεύρου γυ δ’, καὶ βολβοὺς καὶ κοχλίας λελειωμένους προσμίξας, τοῖς φλεγμαίνοσι τόποις πρόσχεε. καὶ ἐὰν χειμὼν ᾖ, χρῶ θερμῷ τῷ βοηθήματι, εἰ δὲ θέρος, ψυχρῷ. |