Ancient Greek
17.1
Hippiatrica, Hippiatrica Berolinensia 17.1
Unproofread scanNot analysed yet
ρόμενον ἢ τρώγων, ἀπύρετός ἐστιν, μόνον δὲ κόπον ἔχει. ὁ δὲ πυρέσσων οὐδὲν προσίεται τούτων, ἀλλ’ ἐστὶν ἀνόρεκτος καὶ σκυθρωπός, ἐπιζητῶν μόνον τὸ πόμα. 7 μηδέποτε δὲ τοῦ τοιούτου τὰς κατὰ νεῦρα φλέβας ἐξαιματίσης. συμβαίνει γὰρ συνεσπασμένον γενέσθαι, ὥσπερ τε ἑαυτὸν καὶ διεγείρεσθαι οὐ δύναται. ἐπιτείνεται |γὰρ τὸ πάθος καὶ οὕτως γίνεται διαφωνῆσαι τῆς ἀσιτίας μενούσης. ὁ δὲ πυρέσσων ἀπὸ τῆς ἀρχῆς μέχρι τριῶν ἡμερῶν ὑπομένει, τὰς δὲ τούτων πλείους οὐ περιγίνεται.