Ancient Greek
17.2
Hippiatrica, Hippiatrica Berolinensia 17.2
Unproofread scanNot analysed yet
8 ὅσοι δὲ τοῦ ὠτὸς ἀπτόμενοι καὶ πρὸς τῇ πλευρᾷ προστιθέντες τὴν χεῖρα παρὰ τὸν ἄγκῶνα τοῦ ὤμου λέγουσι πυρέσσειν, οὐκ ἀληθεύουσιν οὗτοι. οὐδεμία γὰρ ἀπόδειξις ἐστὶ διὰ τούτων πυρετοῦ. οὐ δεῖ δὲ τοῦ ἀπὸ κόπου σημεία φέροντος αἷμα ἀφαίρειν. προσκαθαίρουντες γὰρ τὴν δύναμιν εὐχερῶς ἀδικήσομεν. τὸν δὲ πυρέσσοντα ἀναγκαῖον φλεβοτομεῖν ἐκ τῶν εἰρημένων τόπων διὰ τὸ κατακρατεῖσθαι τὴν κεφαλήν ὑπὸ τοῦ ἀρρωστήματος καὶ εὐάλωτον εἶναι.