Ancient Greek
170.1
Hippiatrica, Hippiatrica Berolinensia 170.1
Unproofread scanNot analysed yet
r κεφάλαιον λα' περὶ κοιλίας ἀλγοῦσης. Ἱεροκλέους. 1 Ὅταν κοιλίαν ἵππος ἀλγῇ, μάλιστα προσέχειν χρὴ τοῖς σημείοις. ἔνιοι γάρ, ὡς δυσουρίᾳ συνεχομένους θεραπεύοντες, ὧξιν ἐνεργάζονται τῷ ζῷῳ. δεῖ δὲ ἀνέσεως τῇ κοιλίᾳ. ἴδοι τοίνυν τὰς πλευράς, τὰς τε λαγόνας καὶ τοὺς ὀχέιῆ τε γαστὴρ μετέωρός ἐστιν, καὶ τύπτει τοῖς ποσὶν τὸ ἕδαφος, καὶ ἐπιστρέφεται καθ' ἑκάτερα πρὸς τὸ πάσχον, οἷονεὶ δείκνυς τὸν ἀλγοῦντα τόπον, ἔνιοτε δὲ τρέμει ὅλῳ τῷ σώματι. ἀλλὰ ταῦτα μὲν καὶ τῷ δυσουριῶντι γίνεται, τὰ δὲ λοιπὰ οὐ ποιεῖ, ἀφ' ὧν ὁ δυσουριῶν γνωρίζεται, περὶ οὗ ἐφεξῆς ἐροῦμεν. νῦν δὲ πρόκειται περὶ τοῦ κοιλίαν ἀλγοῦντος 124v εἰπεῖν, ὡς θεραπεύεται.