Ancient Greek
170.4
Hippiatrica, Hippiatrica Berolinensia 170.4
Unproofread scanNot analysed yet
2 διακόψας τὰς ἐν τῷ στήθει φλέβας, αἷμα ἀφαίρει τὸ ἄρκούν, καὶ τὴν χεῖρα ἀλείψας καὶ καθείς διὰ τῆς ἕδρας τὰ τε παρακείμενα ἐμφράγματα ἐκχομίσας, καὶ ἄλων λεπτῶν ὅσον ὀξυβάφον ἐνιεῖς ἐφέθιξε, ὥστε διατιλῆσαι, καὶ ἀνώδυνος ἔσται. καὶ καταντληθῆναι δὲ αὐτὸν χρήσιμον ὕδατι θερμῷ πολλῷ κατὰ τοῦ νώτου καὶ τῶν ἰσχίων, καὶ ἐγχυματίζειν σεύτλου ἀφεψήματι μετὰ οἴνου γλυκέος β' κοτυλῶν διὰ τοῦ ἀριστεροῦ μυκτήρος. ἢ σῦκα ἐψήσαντας ἐν οἴνῳ κοτύλαις τέτρᾰσιν καὶ νίτρου τετριμμένου οὐγκίαν μίαν μίξαντας ἐγχυματίζειν, ἢ πολιοφύλλον ὁμοίως ἐν οἴνῳ κοτύλῃ μιᾷ καὶ ἡμισείᾳ ἐψήσαντα. περιπατεῖτω τε ἐπιτροχάζων μὴ συντόνως, καὶ κριθὰς μὴ ἐσθιέτω ἐπὶ ἡμέρας γ'. ἐν ᾧ δὲ συμβέβηκεν ἡμέρα, μητος