Ancient Greek
175.1
Hippiatrica, Hippiatrica Berolinensia 175.1
Unproofread scanNot analysed yet
χραμένω ἐν οἴνῳ εἰς πλήθος κοτυλῶν δύο τὸ αὐτὸ ποιεῖν. ὁμοίως δὲ καὶ τὴν πολεμώνιον βοτάνην τρίζειν μετὰ οἴνου καὶ ὡσαύτως ἐγχυματίζειν, ἥτις ἐστὶν ὁμοία καλάμινθη τῇ πλατείᾳ, πολυώτερα δὲ μᾶλλον καὶ πικροτέρα, ὀσμὴν ἔχουσα βαρείαν, γίνεται δὲ ἐν τοῖς ὑγροῖς λειμώσι. ἡ κόνυζαν τὴν ὑπὸ τινῶν κνύζαν λεγομένην δεῖ ἔψειν καὶ μετ’ οἴνου καὶ ἑλαίου ἐγχυματίζειν. ἔστωσαν δὲ αἱ κριθαὶ βεβραγμέναι ὕδατι θερμῷ, ὡς παραβάλλειν δεῖ. ἀρμόζει δὲ ἡ πολεμώνιος καὶ ἐπ’ ἀνθρώπων κοπτομένη ὡσαύτως καὶ καταπλασσομένη. καὶ ἡ κόνυζα δὲ τὸ αὐτὸ ποιήσει, προσβαλλομένου καὶ ἑλαίου.