Ancient Greek
175.2
Hippiatrica, Hippiatrica Berolinensia 175.2
Unproofread scanNot analysed yet
ἄλλο <Κασσίου ἐν τοῖς> Θεομνήστου. 3 Ἐὰν τὸ ἧπαρ ἀλγήσῃ ἵππος, βήσσων στένει, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ γίνονται μοχθηροί, καὶ ἐσθίων λαβρότερον ποτὸν οὐ προσίεται. τῷ οὖν οὕτως πάσχοντι ἔσται ἀρμόδιος ἐγχυματισμὸς |οὕτως· μέλιτος λίτραν α’, νίτρου λίτρας τὸ ἡμίσυ, οἴνου λευκοῦ κοτύλην, ὕδατος κοτύλας β’ μίζας ἐν ταυτῷ, ἐγχυμάτιζε διὰ τοῦ δεξιοῦ μυκτήρος ἐπὶ ἡμέρας ε’. ἐὰν δὲ μὴ ὑγιάνῃ, ἄφελε αὐτοῦ αἷμα ἀπὸ τῶν ἐμπροσθίων ποδῶν, καὶ κατέ αὐτοῦ τὴν τρίτην πλευρὰν ἀπὸ τῆς μασχάλης ἁβδῶ, καὶ ἐπὶ ἀμφοτέρων τῶν καμπτῶν διαλιπὼν πλευρὰν μίαν. ἔχετω δὲ ἐπὶ ἕκαστον καμπτὸν ἡ ἁβδὸς τοῦ καυτηρίου δακτύλους δ’.