Ancient Greek
177.3
Hippiatrica, Hippiatrica Berolinensia 177.3
Unproofread scanNot analysed yet
ἄλλο. 7 Βατράχους λιμναίους μετὰ οἶνον χλιάνας, διὰ τοῦ στόματος ἐγχυμάτιζε ἐπὶ τρισὶν ἡμέραις. προπότισμα ἡπατικόν. 8 Στροβίλους λεπτοτάτους, κρόκον γδ αʹ, καὶ κυμίνου Αἰθιοπικοῦ τὸ ἴσον ἐπιμελέστατα |διηθήσας, ἐν οἴνῳ δίδου. ἢ πολεμώνιον τὸ ἐν τοῖς ἔλεσι τιχτόμενον, ὅπερ ἔοικεν καλάμινθη, ποιότητα ἔχον πικράν. ἢ καὶ ὀρίγανον ἄγρίαν μετὰ πεπέρεως λείον, καὶ διʼ οἶνον δίδου. ἢ βούτυρον καὶ μέλι καὶ ὀποπάνακα καὶ σμύρναν, ἐν ἴσῳ σταθμῷ λειώσας καὶ οἴνῳ μίζας, διὰ μυκτήρων ἐγχυμάτιζε. |