Ancient Greek
368.6
Hippiatrica, Hippiatrica Berolinensia 368.6
Unproofread scanNot analysed yet
ἄλλο πρὸς κεφαλῆς κάθαρσιν. χμηʹ 6 Τὴν κεφαλὴν καθαίρει γάρον ἡμίνα μία διὰ τῶν μυκτήρων ἐγχεομένη. |ἄλλο. 6 Μέλιτος καὶ νίτρου ἂνὰ ὀξύβαφον, κυμίνου ὀξύβαφα βʹ, διεῖς οἴνῳ ἐν ταύτῳ, καὶ ἔλαιον καὶ ὕδατος ἐπιχέας κοτύλας βʹ, ἔγχει εἰς τὸν μυκτήρα. ἐὰν δὲ μὴ ὕγις γένηται, αἷμα ἄφελε ἀπὸ τῶν σκελῶν τῶν ἐμπροσθίων ὑποκάτω τῶν γονάτων. ἐὰν δὲ οὕτως ὕγις γένηται, καῖε κατὰ τὴν πλευρὰν τὴν τρίτην ὑποκάτω τῆς μασχάλης ἂνὰ μέσον τῶν πλευρῶν ἅρβοις, τέσσαρας δακτύλους ἀπὸ ἀμφοτέρων τῶν καύσεων διαλιπών.