Ancient Greek
179.2
Hippiatrica, Hippiatrica Berolinensia 179.2
Unproofread scanNot analysed yet
3 οὐχ ἀληθεύουσι δὲ τινες ἐν τοῖς τοιούτοις λέγοντες διορθῶσαι δεῖν τὴν κύστιν, καὶ καθιᾶσι τὴν χεῖρα διὰ τῆς ἕδρας καὶ τοῦ ἀπευθυσμένου ἐντέρου. καὶ τῆς κύστεως μὲν ἀψασθαι οὐ δύνανται, τὴν χεῖρα ἔχοντες ἐν τῷ ἐντέρῳ, καὶ αὐτὴ δὲ πρόσκειται τῷ ἱερῷ ὀστέῳ λεγομένῳ ἐν τῇ τάξει, ἐξ ἧς οὐδέποτε παρανέυει. κνησμὸν δὲ παρέχεται ἡ χεὶρ ἐμβεβλημένη τῷ οὐρητικῷ πόρῳ, καὶ ἐξθ’ ὅτε ἀπούρησεν. καὶ μέχρι μὲν τῆς ἕδρας ἀπτόμενοι, κακὸν οὐδὲν δύνα|ται ποιῆσαι· ἐνδοτέρω δὲ διωθούμενοι, ἀγαθὸν μὲν οὐδὲν ποιοῦσι, κακὸν δὲ μέγα· διὰ γὰρ τὴν χειροτριβίαν τοῦ ἐντέρου φλεγμαονὴ μεγάλη γίνεται, καὶ οὐχ ὑπομένει τὸν πόνον, διαφονεῖ δὲ κατὰ τὸ πλεῖστον τὸ ζῷον παραχωρήμα ἢ μετ’ ὀλίγον.