Ancient Greek
179.1
Hippiatrica, Hippiatrica Berolinensia 179.1
Unproofread scanNot analysed yet
ἱπποσέλινα, ἐφήσαντα διδόναι ἐν τῷ οἴνῳ, καὶ ἱππομαράθου τὰς ῥίζας ὡσαύτως ἐγχυματίζειν. ἐνεργεῖ δὲ καὶ τοῦτο· χρώμενα τὰ μακρά, ἃτινὰ ἔστι δριμύτερα, ἀποκαθάραντα καὶ θλάσαντα, ὅσον ε’ ἐντιθέναι εἰς τὴν ἕδραν, καὶ περιπατεῖτω καὶ ἐντροχαζέτω· καὶ οὐρήσει. βοηθεῖ δὲ καὶ ἡ τοῦ θερμοῦ ὕδατος κατάντησις διὰ τῶν ἰσχίων γινομένη.