Ancient Greek
18.2
Hippiatrica, Hippiatrica Berolinensia 18.2
Unproofread scanNot analysed yet
4* 10 ἐγὼ δέ, εἰ μὲν ἕτερος ἢν ὁ κινήσας ἐπὶ ταῦτα, πολλάς ἂν ἀγκάσθημ ἂν ἴσως συγγράψαι βίβλους περὶ τε φύσεως ἵππων διεξιῶν μίξεώς τε καὶ κυνήσεως αὐτῶν, ἐπὶ τε ἀνατροφῆς καὶ χωρίων θέσεως, ἵν καλλίστην καὶ ὑγιεινοτάτην αὐτοῖς παρέχεν εἴωθε νομὴν καὶ δίαιταν, καὶ πρὸ γε τούτων, ὅπως ἂν τις γνωματεύοι τὸν ἀρίστον ἵππον καὶ παρασκευάσει μὴ δυσάγωγον εἶναι μηδὲ δύσστομον καὶ δυσάγαχον, ἀλλὰ ψάλιον ἐτοίμως δέξασθαι, καὶ τὸν ἱππάτην μὴ χαλεπῶς ἐνεγκεῖν, καὶ ταῖς τῶν ἐποχουμένων δόμαις ὑπακούειν πρὸς ἅπαν, ὁ βούλονται ταῦτα πάντα διεξιέναι ἂν, εἰ πρὸς ἄλλον ἢν. 11 ἐπεὶ δὲ καὶ λόγον οὐκ ἀμελέτητος εἶ, καὶ τὰ περὶ τὴν ἱπποτροφίαν ἐκ προγόνων παρεληφὼς σπουδάσματα τυγχάνεις, τὰ τε Σίμωνος ἀκούεις τοῦ παλαιοῦ τοὺς τῆς ἱππασίας αὐτοῦ τρόπους ἐν τῷ παρ’ Ἀθηναίοις Ἑλευσινίῳ γεγράψαντος καὶ σημῆναντος ἐν τοῖς σχήμασι, τὸν τε περὶ τῆς ἱππικῆς Ξενοφῶντι τῷ 5* Γρύλλου συγγεγραμμένον διανέγνωκας λόγον, τοῦτον χάριν διὰ βραχέων ἀπόρρη σημῆναι τὰ περὶ τῆς τῶν ἵππων θεραπείας καιριώτατα. 12 οἱ μὲν οὖν τὰς ἐπὶ τοῖς τῶν ἀνθρώ-