Ancient Greek
79.27
Hippiatrica, Hippiatrica Berolinensia 79.27
Unproofread scanNot analysed yet
22 ὑπόχυματα 23 νίτρα β' καθαρά κόψας καὶ λειώσας καὶ προσμῖξας 24 φυλλ. ?cf. 66 6 |λειώσας ὁμοῦ τολμήσομεν εἰπεῖν τρόπον, καὶ λειποτάκτης ἐπὶ καιροῦ τινος τῆς περὶ τοὺς δικάζοντας γενέσθαι φάλαγγος. φέρε οὖν ἐπειδὴ σοι τοῦτο δοκεῖ καὶ ἀσχολίας ὑπέρτερον, ἔφη πού Πίνδαρος, ἐπόμενος τῷ προστάγματι λέγειν ἀξίωμα, τίνα μὲν ἵπποις εἴωθεν ἐπιγίνεσθαι πάθη, τίνα δὲ ἐφ’ ἕκαστοις αὐτῶν ἰάματα. κεκλήσθων δὲ ἡμῖν συμφορεῖς τοῦ λόγου τοῦδε Ποσειδῶν τε ἵππειος καὶ ὁ τοῦ τῶν ἀνθρώπων γένους σωτὴρ Ἀσκληπιός, ᾧ πάντως πού καὶ ἵππων μέλει, εἰ δεῖ τι Χείρωνος τοῦ Κενταύρου καὶ τῶν ἐν Πηλῖφ διατριβῶν ἀξίως μεμνῆσθαι. σοὶ μὲν οὖν ἵππον φασὶν ἐς πεδίον παρακαλεῖν, εἰ τι δεῖ τὴν παρομίαν ἀφ’ ἑστίας λαβεῖν, πρὸς τοῦδε τοῦ λόγου τὴν γραφήν.