Ancient Greek
184.1
Hippiatrica, Hippiatrica Berolinensia 184.1
Unproofread scanNot analysed yet
τῷ τοιούτῳ καὶ τὸ ἀφέψημα τοῦ σέυτλου καὶ τῆς μαλάχης διὰ τοῦ γλυκέος ἐγχωματίζειν, καὶ τὸν χλωρὸν χόρτον διδόναι· εἰ δὲ οὐκ ἔστιν, μελικράτῳ καταφραίνειν τὸν ξηρόν, ὁσαύτως καὶ τὴν λοιπὴν τροφὴν καταφραίνοντα παραβάλλειν. τοιούτων 136r γὰρ προσφερομένων, λύσις γίνεται τοῦ πνησμοῦ, καὶ οὐκ ἐπαίρεται ὁ καυλός. δεῖ δὲ καὶ τὰς κριθάς, ποιούντα πτισάνην, καταφραίνειν τῷ μελικράτῳ καὶ οὕτως διδόναι. ἐὰν δὲ ποτε συμβῇ δυσουριᾶσαι τὴν θήλειαν, παραστατέον αὐτῇ ἄφρενα ἵππον ὡς λαγνότατον, καὶ ἐρεθιζομένη τάχιστα οὐρήσει. ὡς ἐν κεφαλαίῳ δὲ εἰπεῖν, αὐτὴ σοι ἐπίδειξις τούτων τῶν παθῶν καὶ θεραπεία.