Ancient Greek
184.2
Hippiatrica, Hippiatrica Berolinensia 184.2
Unproofread scanNot analysed yet
ἄλλο περὶ τοῦ μὴ στραγγουρεῖν ὑποζύγιον ποταμὸν διαβαίνον. 11 Ὅταν γένηται χειμῶνος ὁδοιποροῦντα τὰ ὑποζύγια ἐλθεῖν ἐπὶ ποταμόν, ἐν ᾧ ἐστὶ μέγα δεῦμα καὶ βαθύ, ὥστε ἐπικλύζεσθαι τοὺς νότους αὐτῶν, δεῖ ἀποξεύξαντας ἀναγκάζειν οὐρῆσαι, καὶ οὕτως ἐμβάλλειν. εἰ γὰρ μὴ τοῦτο γένηται, ἁδίως συμβαίνει ἐν τισὶ τῶν ὑδάτων ἰσχυρίαν γίνεσθαι καὶ στρόφους.