Ancient Greek
194.1
Hippiatrica, Hippiatrica Berolinensia 194.1
Unproofread scanNot analysed yet
144 καὶ γυμνάζειν |ὡσαύτως. ἔστω δὲ ἡ πίσσα μὴ πολλή· στε- 145 νοῦνται γὰρ οἱ πόροι, καὶ οὐ συμβαίνει ἰδρώσαι. ἐπὶ δὲ τῶν τοιούτων αἵματος ἀφαιρέσει οὐ χρῆστέον, καὶ μηδεὶς λεγέτω, ὅτι οἱ πρὸ ἡμῶν ἐχρῆσαντο. παρῆλθεν γὰρ αὐτοὺς τοῦτο· διακοπτομένων γὰρ τῶν ἐν τοῖς κροτάφοις ἀγγείων καὶ ἐξαματιζομένων, παραξηραίνεται τὸ νευρώδες τῶν χελυνίων καὶ οὐκ ἔστιν ἐν κινήσει, καὶ μένει ἄσιτος. οἱ δὲ ταῖς κανθηρίαις χρῶμενοι πρὸς τὰ τοιαῦτα, εἰς κόπον φέρουσιν· καὶ περιγενόμενος γὰρ ὁ τοιοῦτος ἐλάττων ἐστὶν εἰς τὴν ὑπηρεσίαν τὸν ἐπίλοιπον χρόνον.