Ancient Greek
194.3
Hippiatrica, Hippiatrica Berolinensia 194.3
Unproofread scanNot analysed yet
5 ἐπιδείξωμεν δέ, διὰ τί καὶ πόθεν συμβαίνει ὀπισθότονος, ὃ οὐδενὶ γέγραπται· ὅταν ὀδοιπορῶν ἡλόπηκτος γένηται τῷ ἐμπροσθίῳ ποδὶ καὶ χωλαίνων ἐλαύνηται καὶ ἰδρώσῃ, εἰς τοῦτο ἐμπίπτει. καὶ ἐὰν ἐξ ὀδοιπορίας γένηται ἰδρωκὼς χειμῶνος καὶ ψύχους καὶ στῇ ὑπαῖθρος ἐν λιθостρώτῳ, καὶ διὰ τοῦτο συμβαίνει· κἂν ἐπὶ πάγου στῇ ἐκ τῆς ὀδοιπορίας ἰδρωκὼς καὶ ἀσιτήσῃ, ὥστε μὴ ἔχειν ἐν κινήσει τὰ χελύνια τῇ νυκτὶ ἐκείνῃ, συμβήσεται αὐτῷ. καὶ ἐὰν ἐλθῇ ἐσπασμένος τὸν ὦμον, καὶ κατακλιθῇ εἰς πλείονα χρόνον, καὶ καταστιζόμενος ἰδρώσῃ, τὸ αὐτὸ γίνεται. καὶ ἐὰν ποτε· τρωθῇ ἐξ οἱαδήποτε αἰτίας εἰς τὸν βουβῶνα παρὰ τὴν χώραν, εὐχερῶς καὶ οὗτος ὀπισθονουνικὸς γίνεται. ἵνα δὲ μὴ δόξωμεν τῶν πρὸ ἡμῶν μεγάλων ἀνδρῶν ἐκβάλλειν τοὺς ἀφο-