Ancient Greek
196.1
Hippiatrica, Hippiatrica Berolinensia 196.1
Unproofread scanNot analysed yet
ἔλαιον κοινὸν κοτύλας δ'. ταῦτα μίζαντας καὶ ἀναξέσαντας καὶ προσμίζαντας αὐτοῖς ἄλευρον προψημένον ὕδατι, καὶ νίτρον καὶ ἄλων ἑκάστου στατήρας ἡ', τούτῳ θερμῷ συγχρίειν, διὰ τε τῶν ὀνῶν ἐγχυματίζειν στέαρ προτήξαντα, εἶτα μέλι χωρὶς τετηχὸς ἐπιχέαντα, καὶ ἔλαιον οἴνῳ συναναξέσαντα δι- 146 δόναι. χρησόμεθα δέ, προχωρούσης τῆς θεραπείας, καὶ μαλάγματι τῷ διὰ βδελλίου συγκειμένῳ, ἀνιέντες αὐτὸ ἔλαιῳ ἁπλῶς ἐπ' ἄνθράκων, ἢ μᾶλλον Κυπρίνῳ. εἶτα τὴν κεφαλὴν καὶ τὸν αὐχένα καὶ πάντα τόπον τοῦ σώματος ἀνατριψάντας, χρὴ σκεπάσαι αὐτὸν ἐπιβλήμασιν, εἶτα χαλινωθέντα αὐτὸν ἐπικαθεσθήναι τινα καὶ ἐν τόπῳ εὐήλιῳ τρέχειν ποιεῖσθαι, μέχρις ἂν ἰκανῶς ἰδρώσῃ. τότε δὲ καταμάσσοντα τὴν ἰχμάδα πᾶσαν, ἀποτριβεῖν κατὰ τρίχα, καὶ πάλιν τῷ αὐτῷ συγχρίσαντα βόσκεσθαι ποιεῖν· τοῦτο τε ἐπὶ ἡμέρας γίνεσθαι, ἕως ἂν ἐνδῷ τὸ πάθος. καὶ τὴν λοιπὴν δὲ τροφὴν προσφέρειν παντοδαπὴν, μάλιστα ταῖς κριθαῖς μιγνύντα ἐρεβίνθους, ἵνα τὰ χελύνια ἐν κινήσει ἦ . . . . . . . καὶ τούτοις χρῷ ἐπιβάλλων καὶ ἐπιπάζων. χειμῶνι δὲ ἐν θερμοτάτῳ ἰστάσθω τόπῳ ἐσκεπασμένος. ἢ δὲ ὀπτίνη τότε πολλὴ μὴ ἐπιμισγέσθω, ἵνα μὴ 147 ἐμφραττόμενοι οἱ πόροι τὸν ἰδρώτα ἐκκόψωσιν.