Ancient Greek
196.2
Hippiatrica, Hippiatrica Berolinensia 196.2
Unproofread scanNot analysed yet
9 ὁ αὐτὸς "Αψυρτος οὐ δοκιμάζει ἐπὶ τούτῳ τῷ πάθει φλέβα κείρειν· παραξηραίνεσθαι γὰρ ἀπὸ τούτου μᾶλλον τὸ νευρώδες. ἀλλ' οὐδὲ καυτηρίοις ἐνίοτε χρῆσθαι συμφέρειν φησί, καὶ περιγενόμενον δὲ πολὺ καταδεέστερον τὸ ζῷον πρὸς τὴν ὑπηρεσίαν γίνεται. συμβαίνει δὲ τὸ πάθος τόδε ἀπὸ αἰτιῶν κατὰ τὸ πλεῖστον τοιούτων· ὅταν ὀδοιπορῶν ὁ ἵππος προσπταισῇ τῷ ἐμπροσθίῳ ποδὶ, καὶ χωλεύων ἐλαύνηται καὶ ἰδρώσῃ. ἢ ὅταν ἐξ ὀδοιπορίας ἰδρωκὼς ἐν κρυμῷ στῇ ὑπαίθρος ἐν λιθώστρωτῳ. ἢ ἐὰν ἐξ ὀδοιπορίας ἰδρωκὼς ἅσιος στῇ τὴν νύκτα ἐκείνην, ὡς μὴ ἔχειν ἐν κινήσει τὰ χελύνια. τκε' ἢ ἐὰν ποτε τρωθῇ ἐξ οἱαδηποτοῦν αἰτίας τοὺς βουβῶνας,