Ancient Greek
197.1
Hippiatrica, Hippiatrica Berolinensia 197.1
Unproofread scanNot analysed yet
ὀπισθότονος γίνεται. 10 ἔνιοι δὲ καὶ τούτῳ τῆς βοηθείας ἐχρῆσαντο τῷ τρόπῳ, ὅταν αἰσθῶνται κατ' ἀρχὰς τοῦ πάθους· εἰσαγαγόντες εἰς βαλανεῖον καὶ ποιήσαντες ἰδρώσαι, καταμάζουσιν ἔνδον ξηροῖς σαβάνοις. καὶ μικρὸν ἐξαγαγόντες, καὶ πάλιν εἰσαγαγόντες, ὁμοίως καταμάζουσι, εἶτα ἔνδον χρῖσαντες θερμῷ χρῖσματι τῷ δι' ὄξους καὶ νίτρου καὶ ἐψήματος καὶ ῥῶν καὶ ἑλαίου, σκεπάσαντες στρώμασι θερμοῖς, ἄγουσιν εἰς τὴν ἵπποστασίαν, καὶ λοιπὸν τοῖς ἑτέροις βοηθήμασι χρῶνται, οὓς εἴρηκαμεν. ἐὰν δὲ θερμὴν βούλῃ <τὴν ἵπποστασίαν> ποιῆσαι, ἄνθρακας καλῶς προεγκεκαυμένους εἰσκόμιζον. ἐὰν γὰρ καπνὸς γένηται, προσεπιτρίβει τὸ ξφον καὶ διαφθείρει· <ἄριστον δὲ καὶ τὸ αἰγείου στέαρ διδόναι αἴγος νεοδάκτου, ὡς εἶναι τὸ στέαρ θερμόν. >