Ancient Greek
197.2 to 197.4
Hippiatrica, Hippiatrica Berolinensia 197.2-4
Unproofread scanNot analysed yet
Θεομνήστου εἰς τὸ αὐτό. 11 Ὁ τέτανος τοῖς ἵπποις καὶ τοῖς ἄλλοις ὑποζυγίοις οὐκ ἄλλως ἢ ἀπὸ ψύχους γίνεται, ὅταν τὰ στερεὰ πάθη καὶ νευρικὴν συμπάθειαν ὑπομείνῃ. καλεῖται δὲ τέτανος ἀπὸ τοῦ τετάσθαι ὅλον τὸ σῶμα, μάλιστα μὲν ἀπὸ τῆς κεφαλῆς καὶ ὤτων καὶ τραχήλου. μέχρι δὲ τότε ζῇ, ἕως ἡ καρδία οὐ ψύχεται, ψυχείσης δὲ διαφονήσει. 12 τοῦτο δὲ ἔγνων ἐγὼ γενόμενος ἐπὶ <. . ἡμέρας κατὰ Κάρνον τῆς> Παννονίας, βασιλεῖ παρεσπόμενος καὶ ὡς φίλος σὺν αὐτῷ διάγων. <ἀθρόως οὖν ἠπείχθη διὰ γάμον, καὶ ἀπὸ τῆς Κάρνου κατ' ἀρχὰς τοῦ φεβρουαρίου μηνὸς ὤδευσε τεταμένως εἰς τὴν Ἰταλίαν, ὡς δύο καὶ τρεῖς μυνάς