Ancient Greek
20.1
Hippiatrica, Hippiatrica Berolinensia 20.1
Unproofread scanNot analysed yet
τινα τῶν γεωργῶν ἡμίονον ἀγαγεῖν γηραῖόν, ἔχοντα ἔτος ὀγδοηκοστόν. τὸν δὲ δῆμον τιμῇ τοῦ γήρως προηγήτορα τῶν ζευγῶν εἰς τὴν κατασκευὴν αὐτὸν τοῦ νεὼ καταστῆσαι, προβαλ|δ|ἴξειν τε ἀξευκτον καὶ ἀπλήκτον ψηφίσασθαι. μηδένα δὲ τῶν πυροπωλῶν ἢ κριθοπωλῶν ἀπελαύνειν αὐτὸν τῆς ἐστίας ἢ ἀπεῖργειν τῆς βρώσεως. συλλαμβάνειν γε μὴν καὶ κύειν ἐπιτηδεῖως ἔχειν φησὶν Ἀριστοτέλης τὴν θῆλειαν ἕως ἐτῶν τριάκοντα.